Ancient Greek
P.Flor. 2 220
Documentary Papyri, P.Flor. 2 220
Not analysed yet
Ὡρίων Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. παρέλαβον παρά σου τὰ ἀπολυθέντα μοι ἐξ ἐπιστάλματος Σύρου κοσμητεύσαντος εἰς τὰ παρʼ ἐμοὶ ἀναλώματα ὧν λόγον δώσω οἴνου μονόχωρα πεντήκοντα γίνεται μονόχωρα ν. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἔτους β Μεχεὶρ ε. πάντα ἀνάλωσον ἐπὶ τοῦ Μεχεὶρ