Ancient Greek
P.Flor. 2 233
Documentary Papyri, P.Flor. 2 233
Not analysed yet
παρὰ Σαραπάμμωνος Ἡρωνείνῳ καὶ Ἐπαγάθῳ χαίρειν. τέσσαρας ὤμους δύο μὲν εἰς τὴν Σύρων καὶ δύο εἰς τὸ Πακει ἅμα τῷ λαβεῖν μου τὰ γράμματα ἐν ἐτοίμῳ ποιήσατε ἵνα ἕτερον κάρνον σὺν τῷ Δημέᾳ ἀποσταλῇ καὶ πρὸ τῆς τρυγῆς ἀναβληθῶσι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους ια Μεσορὴ γ