Ancient Greek
P.Flor. 2 236
Documentary Papyri, P.Flor. 2 236
Not analysed yet
Σαραπάμμων Ἡρωνίνῳ τῷ τιμιωτάτῳ χαίρειν. ἔπεμψα Ἀπολλώνιον καὶ Κλαύδιον ἐπιστησομένους τῇ τρυγῇ τοῦ Χρυσοχόου. ἕπονται δὲ καὶ τούτοις ἄλλοι καὶ ἀπὸ νυκτὸς κατέρχονται. ἐπιμελῶς οὖν τρυγᾶτε. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε. ἔτους ιγ Μεσορὴ κγ