Ancient Greek
P.Flor. 2 238
Documentary Papyri, P.Flor. 2 238
Not analysed yet
Σουχάμμων φροντιστὴς Ταλει Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. κατὰ τὰ ἐπισταλέντα ὑπὸ τοῦ ἀξιολογωτάτου εὐσχήμονος ἔπεμψά σοι διὰ ναυλωσίμων ὄνων δεκατριῶν οἴνου δίχωρα τριάκοντα καὶ μονόχωρα τεσσεράκοντα τέσσαρα γίνεται δίχωρα λ μονόχωρα μδ. πέμψον μοι οὖν γράμματα αὐτῶν τῆς παραλήμψεως. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἔτους γ Φαῶφι ιδ