Ancient Greek
P.Flor. 2 240
Documentary Papyri, P.Flor. 2 240
Not analysed yet
Σουχάμμων Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. ὡς ἠθέλησεν ὁ ἀξιολογώτατος εὐσχήμων ἐν Ταλει ὧν τῇ τρυγῇ μετεπέμψατό με καὶ ἐντολὰς ἔσχον πέμψαι σοι οἴνου μονόχωρα ρκ ἀφʼ ὧν ἔπεμψά σοι ἐπὶ λόγου διὰ μὲν κυριακῶν κτηνῶν τεσσάρων μονόχωρα τριάκοντα δύο ,διὰ δὲ ναυλωσίμων ὄνων ὀκτὼ ἄλλα οἴνου μονόχωρα ἑξήκοντα τέσσερα γείνεται μονόχωρα ϙϛ. πέμψον μοι οὖν γράμματα τῆς παραλήμψεως ὡς ἠθέλησεν ὁ ἀξιολογώτατος εὐσχήμων δώσεις δὲ τῶν ναυλωσίμων ὄνων η τὰ ναῦλα. γείνομαι δὲ σήμερον εἰς Ταλει πρὸς τὸν εὐσχήμονα. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἔτους γ Θὼθ θ