Ancient Greek
P.Flor. 2 243
Documentary Papyri, P.Flor. 2 243
Not analysed yet
Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. ἐὰν ἔχῃς ἐκ τῶν μετενεχθέντων σοι ἀπὸ Ἰβιῶνος οἰναρίων παράδος Εἰρηναίῳ φροντιστῇ Εὐημερίας ἄλλα μονόχωρα ἑκατὸν γίνεται ρ. εἰ μὴ παράδος ἐκ τῶν παρά σοι ἑτοιμοτέρων τὰ ἴσα ρ τῆς τιμῆς αὐτῶν χωρούσης εἰς τὰ παρʼ αὐτῷ ἀναλώματα ὧν λόγον δώσει καὶ δέξαι παρʼ αὐτοῦ γράμματα τῆς παραλήμψεως. ἐρρῶσθαί σε εὔχομαι φίλτατε γ ἔτους Φαῶφι ϛ