Ancient Greek
P.Flor. 2 262
Documentary Papyri, P.Flor. 2 262
Not analysed yet
Ἡρωνείνῳ Γέμεινος χαίρειν. Ἑρμῆς τέκτων ἔχει μου δραχμὰς ἑκατὸν ἑξήκοντα εἰς ἄξονας δύο ὀκταπήχεις. ἐπεὶ οὖν χρῄζει ὁ κῆπος τῆς Θεοξενίδος χρῄζει ἄξονος πηχῶν ἐννέα ἡμίσους ἔργον μὲν ποίησον τάχα εὕρῃς μοι αὐτὸν ἐπεὶ ὁ κῆπος ἀργεῖ. ἀντίγραψόν μοι οὖν περὶ τούτου ἵνα πέμψω τὸ ταυρικὸν ἐπὶ αὐτόν. ἀλλὰ πάντως, ἀλλὰ ἐν τῇ σήμερον. προτήρει οὖν οὗ ἔχει κέρματος· ἀπήλλαξεν γάρ τοτε τὸν πῆχυν δραχμῶν δέκα . ἐρρῶσθαί σε εὔχομαι …