Ancient Greek
P.Flor. 2 273
Documentary Papyri, P.Flor. 2 273
Not analysed yet
τῷ κυρίῳ μου Ἀλυπίωι παρὰ Ἡρωνείνου φροντιστοῦ Σαθρώ. οἱ ἀπὸ τῆς Ταυρίνου παρε τῆσ…ον μη… ἡμεῖς δὲ ἐν τοσούτῳ …ἐργασόμεθα εἰς τὴν ἡμῶν διώρυγα ἕως ἂν καὶ οἱ ἀπὸ Ταυρίνου ἔλθωσιν ἵνα κοινῇ ἐργασόμεθα εἰς τὴν καινὴν διώρυγα ἐάν σου τῇ τύχῃ δόξῃ κελεῦσαι εὑρεθῆναι ημ…ν ποταμίτας ι εἰς τὴν καινὴν διώρυγα ἵνα ἐργάζονται· τοῦτο γὰρ ἠθέλησαν οἱ ἀπὸ Σαθρὼ κέρμα δῶναι ἵνα ἐντάχιον τὸ ἔργον γένηται καὶ οἱ κωμῆται ἀπὸ τῶν ζυγωμάτων ἐργάσονται. γράφω σοι οὖν ἵνα τὸ δόξον σοι πραχθῇ. ἐρρῶσθαι εὔχομαι, κύριε, σε εὐτυχοῦντα πανοικείᾳ ἔτους ζ Ἐπεὶφ ιγ τῷ κυρίῳ μου Ἀλυπίωι παρὰ Ἡρωνείνου φροντιστοῦ Σαθρώ ἔτους α αὐτοκρατόρων καισάρων Τίτου Φουλβίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλβίου Ἰουνίου Κυήτου εὐσεβῶν εὐτυχῶν σεβαστῶν Θὼθ α.