Ancient Greek
P.Flor. 3 280
Documentary Papyri, P.Flor. 3 280
Not analysed yet
ὑπατείας Φλαυίου Σενάτορος τοῦ λαμπροτάτου Τῦβι γ ὀγδόης ἰνδικτίονος. Αὐρήλιος Δαυεὶδ υἱὸς Βίκτορος Κωσταντίου ἀπὸ πρωτοκωμητῶν κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ ἑξῆς ὑπογράφων Αὐρηλίῳ Ἀπολλῶτι τῷ θαυμασιωτάτῳ πρωτοκωμήτῃ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Διοσκόρου ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας χρεωστεῖν καὶ ὀφείλειν τῇ σῇ θαυμασιότητι ὑπὲρ ἀναδοχῆς καὶ καθαρᾶς ἀντιφωνήσεως ὑπὲρ ἐμβολῆς τοῦ θαυμασιωτάτου Ἁδριανοῦ τοῦ στρατιώτου καὶ ἀπαιτητοῦ κριθῶν ἀρτάβας τριάκοντα, γίνονται κριθῶν ἀρτάβαι λ, ἅσπερ σοι ἀποδώσω ἐν τῷ καιρῷ τῆς συνκομιδῆς σὺν θεῷ μελλούσης ἐνάτης ἰνδικτίονος τῷ μέτρῳ τοῦ θαυμασιωτάτου Σαὺλ ἀκτουαρίου Ἀνταίου, ποιήσω δὲ τὴν μεταφορὰν ἕως τοῦ ὅρμου τοῦ πλωτοῦ ποταμοῦ δίχα τινὸς ἀντιλογίας καὶ ὑπερθέσεως ἐπάναγκες παντοίας μου εὐπορίας κατεχομένης ὑπὸ σοῦ μέχρι ἐπιλύσεως τοῦ προκειμένου χρέους. τὸ γράμμα τοῦτο ἐθέμην σοι εἰς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς ἐμῆς, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Δαυεὶδ Βίκτωρος ὁ προκείμενος συμφωνῶ ὡς πρόκειται Αὐρήλιος Βόττος Προμαῶτος μαρτυρῶ τῇ ὀφιλῇ. Αὐρήλιος Ἀπολλὼς Βησίου μαρτυρῶ τῇ ὀφιλῇ ἀκούσας παρὰ τοῦ θεμένου. ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος Ἀπολλ