Ancient Greek
P.Flor. 3 282
Documentary Papyri, P.Flor. 3 282
Not analysed yet
ὑπατείας Φλαουίου Βιταλιανοῦ τοῦ ἐνδοξοτάτου Θὼθ γ ιδ ἰνδικτίονος. τοῖς τιμιωτάτοις Ἀπολλῶτι υἱῷ Διοσκορόυ Ψιμανωβὲτ καὶ …Βίκτορος ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Σανσνεοῦτος Ψαίου Ωρταβανε ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. μεμίσθωμαι παρʼ ὑμῶν πρὸς ὅλον χρόνον ὃν αἱρεῖσθε τῷ ἐμῷ κλήρῳ καὶ …ρας τοῦ ἑξῆς δηλουμένου γῃδίου ἀπὸ καρπῶν σὺν θεῷ μελλούσης πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὑπάρχον μέρος κλήρου ἀνύδρου γῃδίου ἐκ νότου τῶν ἐμῶν ἀρουρῶν ἐκ βορρᾶ τοῦ ἀπὸ τῆς κώμης Πακεσκητος κλήρου Φερκο, ἐφʼ ᾧ με ταύτας γεωργήσειν καὶ τὴν πᾶσαν ἐργασίαν ποιήσασθαι καὶ δέξασθαι ἰδίοις μου ζῴοις καὶ γεωργῷ σὺν θεῷ διδόναι τὴν σπερμοβολίαν ἐκ τῆς κοινότητος ὡς ἔρχεται. ἐν παντὶ δὲ χρόνῳ μὴ λιμνασθῇ ὅλον τὸν κλῆρον ἀλλὰ μέρος λιμνασθεῖσαι τοῦτον αὐτουργῆσαι πρὸς ἀναλογίαν τῶν ἐμῶν ἀρουρῶν καὶ ποτίσαι ἀπὸ τοῦ λάκκου τοῦ ἐμοῦ κτήματος καὶ τὴν ἀναλογίαν τοῦ ὀργάνου καὶ τῶν ἀναλωμάτων ἐκ τῆς κοινότητος καὶ τῶν λειφθησομένων παντοίων γενημάτων καὶ ἀχύρων εἰς ἡμᾶς μερισθήσεται κατὰ τὸ ἥμισυ εἰς ἐμὲ μὲν μέρος ἓν ὑπὲρ τῶν καμάτων, εἰς σὲ δὲ μέρος ἓν ὑπὲρ τῶν ἐκφορίων. ἡ μίθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. πρὸς ἀναλογίαν τῶν ἐμῶν ἀρουρῶν ἐπὶ ἐκφορίων ὡς δυνήσομαι ……τρεῖς μεν… ἡμισει…