Ancient Greek
P.Flor. 3 284
Documentary Papyri, P.Flor. 3 284
Not analysed yet
χμγ ὑπατείας Φλαυίου Ἰωάννου τοῦ ἐνδοξοτάτου, Φαῶφι α δευτέρας ἰνδικτίονος. Κλαυδίῳ Ἀπολλῶτι αἰδεσίμῳ ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ τῶν ἑξῆς ὑπογραφόντων ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ ὑπογραφῇ. ὁμολογοῦμεν ἐπομνύμενοι τόν τε παντοκράτορα θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι Ἄπα Πὼκ Ἀβρααμίου ἐκ μητρὸς Ἀποστολίας ἀπὸ τῆς αὐτῆς κώμης ἐπὶ τῷ αὐτὸν παραμεῖναι ἐν τῇ αὐτῇ κώμῃ καὶ μὴ εὑρεθῆναι κατʼ αὐτὸν γενάμενον οἱῳδήποτε συναλλάγματι φανῆναι καὶ κρυφίᾳ ἢ πλαστῇ ἢ οἱῳδήποτε σωλυτω ἢ σφάλματι ἀπρεπές· ὁπόταν δὲ ζητούμενος παρὰ τῆς ὑμῶν ἐντρεχείας, τοῦτον παρενεγκεῖν καὶ παραδώσομεν ὑμῖν ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς ἐν ᾧ παρειλήφαμεν σχήματι. εἰ δὲ μὴ τοῦτο ποιήσειεν, ἑτοίμως ἔχομεν οἱ ἐγγυηταὶ παρασχεῖν ὑμῖν χρυσοῦ νομίσματα δώδεκα ἕκαστος πρὸς τὴν ὑπογραφὴν ἰδίῳ κινδύνῳ καὶ πόρῳ τῆς ἡμῶν ὑποστάσεως. εἰς τοῦτο καὶ ἐφʼ ἅπαντα ὡμολογήσαμεν. Αὐρήλιος Ἰωσὴφ Φιοῦ …ἐγγυῶμαι π… Αὐρήλιος Ἰωάννης Ψοΐου ἐγγυῶμαι τὸν …ἐγγύη γενομένη ὑπὲρ Παπῶτος