Ancient Greek
P.Flor. 3 287
Documentary Papyri, P.Flor. 3 287
Not analysed yet
…ἢ μοναχικὸς ἢ τῷ αὐτῷ παγανικῷ σχήματι …αὐτὸν μὴ παρέξω αὐτῇ, ἐγὼ ὁ ἐγγυητὴς οἴκοθεν ἐπιγνώσομαι περὶ τοῦτον ἀπολογήσασθαι χρυσοῦ οὐγκίας δύο ἰδίῳ μου κινδύνῳ καὶ τῆς ἐμῆς ὑποστάσεως, καὶ μηδὲν διεψεῦσθαι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ, καὶ ἐφʼ ἅπαντα ὡμολόγησα. Ἰωσὴφ πρεσβύτερος υἱὸς Ἰακυβίου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Κολλοῦθον Κυριακοῦ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται Ἀνοῦφις Ψενθαησίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἰωάννης Ἑρμαῶτος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ἐγράφη διʼ ἐμοῦ Οὐΐκτορος Ἀπολλ …