Ancient Greek
P.Flor. 3 289
Documentary Papyri, P.Flor. 3 289
Not analysed yet
παρὰ τῶν κληρικῶν τῆς ἁγίας ἐκκλησίας τῆς μητροπόλεως τοῦ Ἀνταιοπολίτου Φοιβάμμωνι Τριαδέλφου χαίρειν. ἐκομισάμεθα καὶ ἐπληρώθημεν παρὰ σοῦ τῶν ἐκφορίων τῶν ὑπὸ σὲ ἡμῶν ἀρουρῶν διακειμένων ἐν πεδίῳ Τηρκεως ἀνύδρου γῆς ὑπὲρ γενήματος ὀγδόης ἰνδικτίονος ἀκολούθως τῇ μισθώσει ἐκ πλήρους, καὶ εἰς σὴν ἀσφάλειαν ἐξεδώκαμέν σοι τήνδε τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται. ἐγράφη Ἐπεὶφ δεκάτῃ ὀγδόης ἰνδικτίονος. Κωμάσιος Θωμᾶ διάκονος στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Χριστόδωρος πρεσβύτερος στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Διόσκορος Ἀπολλῶτος ὁ καὶ ἀξιωθεὶς παρὰ τῶν εἰρημένων κληρικῶν γράψαι τὸ σωμάτιον μαρτυρῶ ὡς πρόκειται