Ancient Greek
P.Flor. 3 292
Documentary Papyri, P.Flor. 3 292
Not analysed yet
Ἰωάννης Θεόδωρος Μηνᾶς Ναρσῆς Χνουβάμμων Ὡρίων Ἥφαιστος ὁ ἐνδοξότατος κυαίστωρ δοὺξ καὶ αὐγουστάλιος τοῦ Θηβαίων ἔθνους. τοῦ καιροῦ σὺν θεῷ ἐνστάντος ἐν ᾧ χρὴ τὴν τῆς ἀπαραιτήτου σιτοπομπίας φροντίδα γενέσθαι τῆς εὐτυχοῦς ἑβδόμης ἐπινεμήσεως, πάσης ῥᾳθυμίας μέμψιν ἐκκλίνοντες ἐκπέμψαι ταύτην εἰς τὴν Ἀλεξανδρέων μεγαλόπολιν μετὰ παντὸς φόβου σπουδάσατε μικροῖς σκάφεσιν ἐμβαλόμενοι τὸ ἐπιζητούμενον μέτρον εὐθὺ καὶ παραχρῆμα κατὰ τὴν ὑποτεταγμένην γνῶσιν κινδύνῳ τῆς τάξεως· ταύτης γὰρ ἕνεκεν τῆς αἰτίας ἐκ τάξεως ἀπέσταλται. ἔρρωσθε χρὴ ὑμᾶς κατὰ μίμησιν τῆς ἄρτι παρελθούσης ἕκτης ἰνδικτίονος τὸ ὑποτεταγμένον μέτρον εἰσενεγκεῖν τῇ εὐτυχεστάτῃ σιτοπομπίᾳ τῆς παρούσης ἑβδόμης ἰνδικτίονος. δηλαδὴ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίας κομίζεσθε. σίτου καγκέλλῳ ἀρτάβαι Εψνθ οὕτως β σίτου …ς ἀρτάβαι Β σίτου καγκέλλῳ Γψνθ