Ancient Greek
P.Flor. 3 299
Documentary Papyri, P.Flor. 3 299
Not analysed yet
…αἱρῶμαι, φόρου τούτου κατʼ ἔτος χρυσοῦ κερατίων τριακοντατεσσάρων ἡμίσους· γίνεται χρυσοῦ κεράτια λδ 𐅵· ὅνπερ χρυσικὸν φόρον ἀποδώσω ἐν τῷ Μεσορὴ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως. ἡ παροῦσα μίσθωσις κυρία καὶ βεβαία. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων υἱὸς Θωνᾶς ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Σευῆρος Παῦλος ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Πέτρος υἱὸς Ἀβρααμίου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Φοιβάμμων υἱὸς τοῦ μακαρίτου Ταυρίνου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ παρούσῃ μισθώσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Πέτρου σὺν θεῷ συμβολαιογράφου …Φοιβάμμωνος υἱοῦ Θωνᾶς ἀπὸ Ἑρμοῦ πόλεως …τοπ του…ελ