Ancient Greek
P.Flor. 3 309
Documentary Papyri, P.Flor. 3 309dupl
Not analysed yet
τῇ οἰκητικῇ μου οἰκίᾳ ἐν τῇ χθὲς ἡμέρᾳ καὶ ὕβρεις οὐτὰς τυχούσας τῇ ἡμετέρᾳ συμβίῳ καὶ τῇ παρθένῳ μου θυγατρὶ ἀνοικίοις καὶ αἰσχροῖς ῥήμασι συνῆψεν. καὶ ἐπεὶ οὐ χρὴ σιωπῇ παραδίδοσθαι τὰ ὑπʼ αὐτῆς εἰρημένα παρὰ τοὺς νόμους καὶ παρὰ τὴν ἡμετέραν τοῦ βίου κατάστασιν, ἐπιδίδωμι τῇ ἐπιεικίᾳ σου τάδε τὰ βιβλία ἀξι…ωω μετακληθῆναι αὐτὴν πρὸς εὔθυναν καὶ ἐκδικείαν ὧν καθʼ ἡμῶν ἐφθέγξατο. διευτύχει ὑπατείας τῆς προκειμένης Φαῶφι ια Αὐρήλιος Σαραπίων Σιλβανοῦ ἐπιδέδωκα