Ancient Greek
P.Flor. 3 317 col. 1
Documentary Papyri, P.Flor. 3 317coli
Not analysed yet
Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πασίωνος καὶ μετόχων σιτολόγων κώμης Βουσίρεως. ἐμετρήθησαν ἡμῖν ἐπὶ τῆς ζ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους ὑπὲρ Μούχεως κληρούχων πυροῦ ἀρτάβας δύο ἥμισυ· γίνονται πυροῦ ἀρτάβαι β 𐅵. Πασίων σιτολόγος μεμέτρημαι …ἔτους ιη Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβῶν σεβαστῶν, Μεσορὴ ζ.