Ancient Greek
P.Flor. 3 345
Documentary Papyri, P.Flor. 3 345
Not analysed yet
χαῖρε, κύριέ μου Ἑρμᾶ. καλῶς ποιήσεις μὴ ἀμελήσας ἀνελθεῖν ἔχων τὴν πρόσοδον καὶ τὰ τοῦ μέτρου. ἀλλὰ καὶ δὸς τὰ ναῦλα τῷ μέλλοντι αὐτὰ μεταφέρειν ἐπὶ τὴν Φιλαγρίδα, ἀλλʼ ἵνα καὶ κωμάρχας ἀναδῶται καὶ περὶ ὧν ἀνηλώκατε μάθηται πῶς μέλλει ἡμῖν παραδέχεσθαι. ἤδη γὰρ κατέλαβεν ὁ ἕτερος μηνιαῖος. ἐρρῶσθαί σε εὐχόμεθα.