Ancient Greek
P.Flor. 3 357
Documentary Papyri, P.Flor. 3 357
Not analysed yet
Ἀπολλώνιος ὁ καὶ Δίδυμος Ἀπολ συσταθεὶς πρὸς τῷ γραφείῳ λιβὸς τοπαρχίας Ὀξυρυγχίτου νομοῦ κατεχώρισα τὸ προκείμενον συνκολλήσιμον τοῦ ὑπʼ ἐμοῦ τελειωθέντος τῷ Μεσορὴ μηνὶ τοῦ ἐνεστῶτος ἔτους χρηματισμοῦ ἡμερῶν κα καὶ ἐν εἰρομένῳ καὶ ἀναγραφῇ τὸ ἴσον· τῷ γὰρ αὐτῷ μηνὶ διὰ θ ἡμερῶν οὐκ ἐτελειώθη. ἔτους ιζ αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σευήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν Θὼθ δ.