Ancient Greek
P.Flor. 3 358
Documentary Papyri, P.Flor. 3 358
Not analysed yet
Ἡρακλείδηι καὶ τοῖς σὺν αὐτῶι προχειρισθεῖσι πρὸς παράλημψιν καὶ κατακομιδὴν βιβλίων πεμπομένων εἰς Ἀλεξάνδρειαν τῶι ἰδίωι λόγωι γράφοντι τὸν νομὸν Ἥρων καὶ μέτοχοι πράκτορες σιτικῶν Εὐημερείας. κατεχωρίσαμεν ὑμῖν διὰ Χρη γραμματέως κατʼ ἄνδρα τῶν ἀπαιτηθέντων ὑφʼ ἡμῶν ἀπὸ λημμάτων ἰδίου λόγου τοῦ θ ἔτους Ἀντωνίνου καίσαρος τοῦ κυρίου. Ἡρακλείδης σεσημείωμαι. ἔτους θ Ἀντωνίνου καίσαρος τοῦ κυρίου Μεσορὴ κθ Λεωνίδης σεσημείωμαι. Σαραπ σεσημείωμαι.