Ancient Greek
P.Flor. 3 362
Documentary Papyri, P.Flor. 3 362
Not analysed yet
Ὀλυμπιόδωρος Ἑρμῇ βοηθῷ χαίρειν. αὐτῆς ὥρας τοὺς δησέρτορας μετὰ τῶν κωμαρχῶν ἀπάντησον φέρων, πανταχόθεν δὲ τούτους ἀνευρὼν ἅμα σοὶ ἄγαγε, ἵνα μὴ τῷ πρωτέκτορι παραδοθῇς πρὸς ὕβριν· οὐ γὰρ αὐτὸς ὑποφέρω κίνησιν, σοῦ ἐπὶ τόπων τυγχάνοντος καὶ δυναμένου τούτους παραστῆσαι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις …ς ἤτοι τὰ παρʼ αυ Πευῶρις σιφ Πετβῆς Κοπρῆτος Ἄρειος Παωμίου Παπλώου Σάις Κάστορος Λέων ἀδελφός Ὀλυμπιόδωρος …