Ancient Greek
P.Flor. 3 371 Vo
Documentary Papyri, P.Flor. 3 371
Not analysed yet
παρὰ Ἰσιάδος Ἀγαθίνῳ χαίρειν. μὴ ἀμελήσῃς πέμψαι μοι τὸ κιθῶνιν Ἀπολλωνίου· οἶδα γὰρ ὅτι καὶ σοὶ κήδῃ αὐτοῦ ὡς υἱός. καὶ ἂν διὰ τοῦ ἐπιστολαφόρου ἢ ἄλλου ἀσφαλοῦς πέμπω σοι ἐν τάχει λίτραν εἰς τὸ δεματίκιν μου. αὐτὸ ἐργάζομαι. μὴ ἀμελήσῃς Ἀπολλωνίου· οἶδας γὰρ ὅτι ᾕρηκα αὐτὸν νοσοῦντα. ἀσπάζου Θερμοῦν ἐρρῶσθαί σε εὔχομαι ἀπόδος Ἀγαθείνῳ παρὰ Ἰσιάδος.