Ancient Greek
P.Flor. 3 383
Documentary Papyri, P.Flor. 3 383lin1_38
Not analysed yet
Αὐρηλίοις Νεμεσίωνι τῷ καὶ Σαραπίωνι βουλευτῇ Ἀντινοέων πόλεως καὶ Ἁρποκρατίωνι τῷ καὶ ……ωνι βουλευτῇ ἄρχουσι τῆς αὐτῆς πόλεως καὶ τοῖς σὺν αὐτοῖς πρὸς τῇ μισθώσει ἐδαφῶν γῆς ἀνιερωμένος Ὀσειραντινόῳ θεῷ μεγίστῳ παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ δεῖνα μητρὸς Ταπιώμιος, ἀπὸ Πέσλα ἄνω τῆς προγεγραμμένης νομαρχίας. βούλομαι ἑκουσίως μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς ιδ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου καίσαρος τοῦ κυρίου ἀπὸ τῶν προκειμένων ἐδαφῶν περὶ τὴν αὐτὴν Πέσλα …ον καλουμεν Πεκρεω α… …καὶ ἐν ὁρίοις εἰς σπορὰν …ἐκφορίου ἀποτάκτου λαχανοσπέρμου ἀρταβῶν …τεσσάρων …τὸ δὲ προκίμενον ……ἀποδώσω ὑμῖν ἐν τοῖς Παῦνι καὶ Ἐπεὶπ μησὶν τοῦ ἐνεστῶτος ιδ ἔτους …λαχανοσπέρμου ἀρταβῶν …ἀβώλων …περὶ χ… τοῦ ὑμετέρου ……φ… μετρήσω… α… …ε… ἀρταβῶν …παντὸς τοῦ ἐγβησομένου ἀχύρου τὸ ἥμισυ καὶ τὴν γῆν καθαρὰν θ…ινων ἔργον ἢ τελέσω ἀνὰ ἄρουραν δραχμὰς η. ἐπιθέματος δὲ γενομένου ἐξέσται ἑτέροις μεταμισθοῖν ἢ καὶ αὐτουργεῖν καὶ οὐ χρήσομαι τῷδε τῷ συνχρηματισμῷ πρὸς ἕτερον δίκαιον· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Ἁθὺρ ζ. Αὐρήλιος Σαραπίων μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Διόσκορος ὁ καὶ Ἀρίθας …ου Ἁδριάνιος ὁ καὶ Ζήνειος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.