Ancient Greek
384.a.1 to 384.a.53
Documentary Papyri, P.Flor. 3 384.a.1-53
Not analysed yet
…κεν… καὶ μ… …ἅμα τοῖς τῇ ἐμῇ δεσποτείᾳ …ἀντικρὺ τῶν Κρατ…ν… οἰκίας ἐν τῇ ῥύμῃ, πριουᾶτον λουτρὸν ἤτοι βαλανεῖον σὺν τῷ ματρωνικίῳ μετὰ τῶν ἀνηκόντων πάντων καὶ τῶν ἐν αὐτῷ κόσμων κιόνων τε καὶ μηχανῶν καὶ ζῳδίων καὶ θυρωμάτων πάντων καὶ τῶν χαλκίων μολίβδων καὶ σωλήνων καὶ κλιδίων καὶ τῶν ἄλλων τῶν ὄντων ἐν τῷ αὐτῷ πριουάτῳ σκευῶν ἤτοι χρειωδῶν οὐδενὸς ἐλλείποντος ἀκολούθως τῷ ἑξῆς ὑποτεταγμένῳ βιβλίῳ μέντοι καὶ πεποιημένον σὺν τῷ ματρωνικίῳ ἐξ ὁλοκλήρου· παραδεδωκέναι δὲ ὡσαύτως σοί τε τῷ μισθωσαμένῳ καὶ ὑμῖν τοῖς ἐγγυηταῖς μανδάτορσιν καὶ τὸ ὂν ἐν τῷ ἀντλήματι τοῦ αὐτοῦ λουτροῦ μηχανοστάσιον ……στε σε κινδύνῳ καὶ ὑμῶν τῶν ἐ… …α…σθαι τῆς τούτων μισθώσεως ἐπὶ τοὺς συναρέσαντας μεταξὺ ἡμῶν ἐνιαυτοὺς δέκα καὶ μῆνας τρεῖς ἀριθμουμένους ἀπὸ νεομηνίας τοῦ μὲν εἰσόντος μηνὸς Φαρμοῦθει τῆς παρούσης δωδεκάτης ἰνδικτίονος· καὶ ποιεῖσθαι τὴν λοῦσιν τῶν δύο μερῶν τοῦ αὐτοῦ βαλανίου καὶ τὴν ὑπόκαυσιν ἀπʼ ἰδίων σου ἀναλωμάτων καὶ τὴν φιλοκαλίαν αὐτοῦ ἐφʼ ἑκάστης ἡμέρας καὶ τὴν ἀρδείαν δὲ τῶν πάτων αὐτοῦ μετὰ πάσης προσοχῆς καὶ τῆς δεούσης ἐπιμελείας πρὸς τὸ μηδεμίαν μέμψιν ἢ αἰτίαν ἢ κατάγνωσιν εἴς σε ἐπακολουθῆσαι ἤγουν ἐνεδρεῦσαι λούειν τὰ δύο μέρη τοῦ αὐτοῦ βαλανείου, ἀλλὰ ταῦτα ἐφʼ ἑκάστης ἡμέρας ἀδιαλείπτως λούειν. εἰ δὲ τοῦτο μὴ ποιήσειας ὑπεύθυνος ἔσῃ σύ τε ὁ μισθωσάμενος καὶ ὑμεῖς οἱ ἐγγυηταὶ μανδάτορες καὶ ὁπότερος ὑμῶν δικαίῳ ἀλληλεγγύης καταβάλλειν μοι τὸ ἑξῆς ἑσταμένον πρόστιμον. πάντα τε τὰ προσποριζόμενα ἐξ αὐτοῦ τοῦ λουτροῦ καὶ τοῦ ματρωνικίου οἱαδηποτοῦν ἐξέσται εἰς τὸ ἴδιόν σε ἀναστέλλεσθαι φόρου ἀποτάκτου μεταξὺ ἡμῶν συμπεφωνημένου καὶ συναρέσαντος ὑπὲρ τοῦ αὐτοῦ μεμισθωμένου σοι πριουάτου σὺν τῷ ματρωνικίου μολίβδῳ χρυσίου νομισματίων δύο ἑκάστου χρυσίνου παρὰ κερατίου ἥμισυ καὶ τέταρτον καὶ ἑτέρων χρυσίου κερατίων εὐστάθμων ἕνδεκα ἥμισυ καὶ τέταρτον ,ὅνπερ φόρον καὶ καταβαλεῖτέ μοι σύ τε ὁ μισθωσάμενος καὶ ὑμεῖς οἱ ἐγγυηταὶ μανδάτορες καὶ ἕκαστος ὑμῶν δικαίῳ ἀλληλεγγύης πρὸς μῆνα Παχὼν …τῆς πρώτης δόσεως διδομένης μοι …τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθει τε… …ης δωδεκάτης ἰνδικτίονος οὕτω καὶ ἐφεξῆς …δ… …ς ἤτοι ἐντάγια κομιζομένων ὑμῶν παρʼ ἐμοῦ τὴν ἀπόδειξιν. εἰ δὲ ὑμεῖς καὶ τοῦ αὐτοῦ φόρου ἐθέλοιτε ὀλιγωρῆσαι ?,ὑπεύθυνοι ἔσεσθε ὡσαύτως ἐξ ἀλληλεγγύης καταβαλεῖν ἐπʼ ἐμὲ τὸ αὐτὸ καὶ ἑξῆς δηλούμενον πρόστιμον τῶν ὀκτὼ νομισμάτων, δηλαδὴ ἔχοντες