Ancient Greek
P.Fouad 1 10
Documentary Papyri, P.Fouad 1 10
Not analysed yet
κεφάλαιον ἐκ διατάγματος Τίτου Ἁτερίου Νέπωτος ἐπάρχου Αἰγύπτου. καὶ τοὺς παστοφόρους καὶ τοὺς ἄλλους χρειακοὺς πάντας προσεδρεύοντας τοῖς ἱεροῖς ἕκαστον ποιεῖν τὰς αὑτοῦ ὑπηρεσίας καὶ μὴ τρέπεσθαι πρὸς ἑτέρας χρείας καταλιπόντας τ… μηδὲ ἐρεὰς ἐσθῆτας ἀμφιενν… πους προιέναι τοὺς προγεγραμμένους πάντας, ἀλλὰ τῇ ἱερᾷ καὶ νενομισμένῃ ἐσθῇτι χρῆσθαι καὶ μὴ καταλύειν τῆς τῶν …τὰ ἔθη. δ ἔτους Ἐπαγομένων.