Ancient Greek
P.Fouad 1 21
Documentary Papyri, P.Fouad 1 21dupl
Not analysed yet
ἀντίγραφον ὑπομνηματισμοῦ. ἔτους δεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ ζ, ἐν τῶι μεγάλῳ ἀτρίωι, ἐπὶ βήματος, παρόντων ἐν συνβουλίωι Νωρβανοῦ Πτολεμαίου δικαιοδότου καὶ πρὸς τῶι ἰδίῳ λόγῳ, Ἀουιλλίου Κουαδράτου καὶ Τεννίου Οὐέτερος …υ Ἀττικοῦ, Παπειρίου Πάστορος καὶ Βαιβίου Ἰουνκείνου ἐπάρχων Ἰουλίου Λυσιμάχου, Κλαυδίου Ἡρακλείδου διοικητοῦ, Κλάυδίου Εὐκτήμονος, Κλαυδίου Σεκούνδου. ἐπὶ τῶν μισσικίων, περὶ τῆς πολιτείας· …εἶπον ὑμῖν καὶ πρότερον ὅτι οὔκ ἐστιν ὁμοία οὐδὲ ἡ αὐτὴ …ὑμῶν ὑπόθεσις· οἱ μὲν γὰρ ὑμῶν εἶσιν ἐκ λεγιώνω οὐετρανοί οἱ δὲ ἐξ εἰλῶν, οἱ δὲ ἐκ σπειρῶν, οἱ δὲ ἐκ τοῦ ἐρετικοῦ, ὥστε μὴ εἶναι τὸ αὐτὸ πάντων δίκαιον· μελήσει δέ μοι περὶ τούτου ἔγραψα τοῖς κατὰ νομὸν στρατηγοῖς ἵνα ἡ χάρις ὁλόκληρος …ου ὑμῖν τηρήθῃ κατὰ τὸ ἑκάστου δίκαιον. …ἔγραψα.