Ancient Greek
P.Fouad 1 23
Documentary Papyri, P.Fouad 1 23
Not analysed yet
ἀντίγραφον ὑπομνηματισμοῦ ἔτους η Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Φαμενὼθ κϛ. Δεῖος Ζεύξιδος προσελθὼν εἶπεν· χειρογραφήσας τῷ τοῦ Ἀρσινοείτου στρατηγῷ καταντῆσαι ἐνθάδε τῇ κδ τοῦ ἐνεστῶτος μηνὸς δικασθησόμενος πρὸς τοὺς ἀδελφοὺς κ… προσῆλθόν σοι …τῇ κδ. ἐπεὶ δὲ διὰ τὴν ἱερὰν μὴ ὑπεμνηματίσω, ἀξιῶ νῦν ὑπομνηματισθῆναι ὅτι πρὸς τὴν προθεσμίαν ἐνέτυχον, ἐπειδὴ οἱ ἀντίδικοί μου καὶ αὐτοὶ χειρογραφήσαντες οὐδʼ ὅλως παρεγένοντο, δέομαι, εἴ σοι δόξειε, …α…