Ancient Greek
P.Fouad 1 43
Documentary Papyri, P.Fouad 1 43
Not analysed yet
ἐμίσθωσεν Σερῆνος ὁ καὶ Διονύσιος Διονυσίου ἐξηγητεύσας τῆς Ὀξυρυγχιτῶν πόλεως Πτολεμαίῳ Παποντῶτος μητρὸς Ταΰριος καὶ Ἀντωνίῳ Θοτσύτμιος μητρὸς Καϊποῦτος, ἀμφοτέροις καταγεινομένοις ἐν κώμῃ Φοκώου, ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τριακοστοῦ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῳ περὶ Φοκώου ἐκ μὲν νότου Τροχοῦ κτήματος οὗ ἔχουσι ἐν μισθώσει οἱ προτεταγμένοι τοῦ αὐτοῦ Σερήνου, ἀρούρας τεσσάρας τέταρτον ὥστε ταύτας τῷ μὲν ἐνεστῶτι σπεῖραι καὶ ξυλαμῆσαι πυρῷ καὶ κριθῇ ἐκφορίου τακτοῦ πυροῦ μὲν ἀρταβῶν δώδεκα καὶ κριθῆς ἀρταβῶν δέκα τεσσάρων ,τῷ δὲ εἰσιόντι ἔτει ξυλαμῆσαι χλωροῖς εἰς κοπὴν καὶ ἐπινομήν, φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς ἑξήκοντα . ἔτι δὲ μεμισθωκέναι τοῖς αὐτοῖς ἐξ ἀπηλιώτου τούτων ἀρούρας ὀκτὼ ἐκ γεωμετρίας ὥστε καὶ ταύτας τῷ μὲν ἐνεστῶτι ἔτει ξυλαμῆσαι χλωροῖς φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς εἴκοσι τεσσάρας ,τῷ δὲ εἰσιόντι ἔτει σπεῖραι ἢ ξυλαμῆσαι κριθῇ ἐκφορίου κατʼ ἄρουραν ἀνὰ κριθῆς ἀρτάβας ὀκτώ . ὁμολογοῦσιν δὲ οἱ μεμισθωμένοι ἐντεῦθεν ἐσχηκέναι παρὰ τοῦ μεμισθωκότος εἰς σπέρματα τῆς γῆς πυροῦ ἀρτάβας τεσσάρας ἐπὶ διαφόρῳ ἐκ τρίτου, ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὰ ὀφειλόμενα ἅπαντα κατʼ ἔτος κομίσηται· ἐὰν δέ τις ἄβροχος γένηται ἐν τῷ εἰσιόντι ἔτει, παραδεχθήσεται τοῖς μεμισθωμένοις. βεβαιουμένης δὲ τῆς μισθώσεως, ἀποδότωσαν οἱ μεμισθωμένοι εἰσκομισάμενοι τὰ δηλούμενα γένη ἐφʼ ἅλω Φοκώου, τὸν μὲν πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον, καὶ τὴν κριθὴν ὁλομερῆ νέαν καθαρὰν ἄβωλον καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος πάντα μέτρῳ χοινικίῳ παραλημπτικῳ τοῦ γεούχου σὺν τοῖς εἰς σπέρματα καὶ τῶν διαφόρων, τῶν παρʼ αὐτοῦ ἑαυτοῖς μετρούντων, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε αὐτῶν ἀλληλενγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται …