Ancient Greek
P.Fouad 1 64
Documentary Papyri, P.Fouad 1 64
Not analysed yet
Ὡρίων Ἀφροδισίου καὶ οἱ μέτοχοι ἐπιτηρηταὶ οὐσιακῶν ἐνίων οἰκοπέδων μητροπόλεως Δίῳ Ζεύξιδος κοινωνῶι πλεῖστον χαίρειν· ἀπέχομεν παρὰ σοῦ τὰ γενόμενα δαπανήματα πρὸς τὴν ἐπιτήρησιν τὴν μέχρι τοῦ ἐνεστῶτος ἑνδακάτου ἔτους καὶ αὐτοῦ τοῦ …κατὰ τὸ ἐ πίβαλλον σοι μέρος ὑπὲρ παντὸς λόγου· ὑπὲρ ὧν οὐδέν σοι ἐνκαλοῦμεν τρόπῳ οὐδενί. Ὡρίων ἔγραψα τὸ σῶμα ἔτους ια Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι ἐνάτῃ.