Ancient Greek
P.Fouad 1 74
Documentary Papyri, P.Fouad 1 74
Not analysed yet
ὑπομνηστικὸν τῷ τιμιωτάτῳ ἀδελφῷ Δανιηλίῳ, μυροπώλῃ, παρʼ ἐμοῦ Φοιβάμμωνος, νομικοῦ, ὅπως σὺν Θεῷ παραγιγνομένη ἡ αὐτοῦ διάθεσις ἐπὶ τῆς μεγαλοπόλεως Ἀλεξανδρείας συνωνήσῃ μοι τὰ ἑξῆς δηλούμενα, οὕτως· στιχάριον ἀντιοχήσιον, ἔμπλουμον, ἀπὸ ὀλίγης χρήσεως, ἕως τιμῆς κερατίων ι, πλέον ἔλαττον, θρόνιον μικρὸν ἕν ,πεποιημένον εἰς τὸ ἐργαστήριον, μέλαν, κάλαμον ἀντιοχήσιον, διπλοῦν ἓν ἕως κερατίου α 𐅵,δελτάριον τετράγωνον μέγα δεκάπτυχον, τῶν πτυχίων γιγνομένων λεπτῶν ὡσεὶ φυλλαρίων καὶ ἐν μέσῳ αὐτῶν ξύλον μικρὸν ἵνα μὴ τὸ κηριο …