Ancient Greek
P.Fouad 1 85
Documentary Papyri, P.Fouad 1 85
Not analysed yet
εἰ ᾔδειν ὅτι οὕτως ἔμελλες καὶ σεαυτω?ͅ καὶ ἐμοὶ καταστρέφειν καὶ εἰς ὑπόληψιν καὶ εἰς ὑπόστασιν οὐκ ἂν οὔτε ἐπὶ Ἀλεξάνδρειαν οὔτε ὅλως ἠξίουν σε λόγου τοῦ τυχόντος. οὔπω λέγω περὶ ὑποστάσεως καὶ ὑπολήψεως. ἀληθῶς καλῶς τραγῳδοῦσίν σε καὶ ἐνταῦθα καὶ ἐκεῖθε. οὐθὲν λείπει εἰ μὴ τό σε ἐλθεῖν καὶ εὑρεῖν τὸ ἀκκούβιτον ἐστρωμένον. ἐὰν ἀπέλθῃς εἰς Ἀντινόου εὑρίσκεις τὴν Πεταμηναρίαν, ἐὰν εἰς Ἀλεξάνδρειαν Σωσάνναν, ἐὰν εἰς Ἡρακλέους Οὐρανίαν, ἐὰν εἰς τὴν πόλιν σου τὴν Κονδηταρίαν. λοιπόν, ὡς οἶδας, καλὴν σπάθην φέρε μετὰ σεαυτοῦ ἵνα ἀπαλλάξῃς με τῆς νῦν ζωῆς. μὰ τὸν γὰρ Θεὸν ἦλθον οἱ παριστοῦντές σε καὶ δέδωκα τὰς ἐγγύας καὶ οὐκ ηὗρον ἐὰν ἅμα ὁλοκόττινον δοῦναι λόγῳ σπορτούλου. οὔπω λέγω περὶ ἀναλωμάτων Ἀλεξανδρείας καὶ τάξεως. λοιπὸν καὶ ἂν νῦν ὡς θέλεις σπούδασον ἀπελθεῖν πρὸς τὴν γαμετὴν τοῦ κυρίου μου θείου· παρεκλήθη γὰρ παρʼ ἡμῶν ἐνταῦθα μετὰ Μαρίας τῆς ἀδελφῆς Θέονος τοῦ γαμβροῦ· καὶ μὴ ἀμελήσῃς τοῦτο ποιεῖν· ὑπέσχετο γὰρ ἢ παρασκεύασαι αὐτὴν διαλύεσθαι ἢ ἐπὶ τοῦ ἄρχοντος τὰ τῆς ὑποθέσεως ῥιφῆναι, καὶ ἂν μὴ ποιήσῃ αὐτὴν σπούδασον αὐτὸς ἢ διὰ Κλητικοῦ ἢ διὰ φίλων μεσιτείας φυλάξαι τὴν δίκην. ἐνταῦθα διὰ τὸν Θεὸν ἤδη δέδωκα ἐννέα χρύσινα αὐγουσταλιανοῖς. φεῖσαι σεαυτοῦ καὶ τῶν παιδίων σου· ἐγὼ γὰρ οὐ πάντως μένω. λοιπὸν σκόπησον ἤτοι διὰ φίλων ἤτοι διὰ ὀνῆς καὶ ὀνόματος Θεοδώρου εἴτε διὰ Κλητικοῦ εἴτε διὰ οἱουδηποτεοῦν πράγματος ἀπαλλάξαι σεαυτόν. καὶ γὰρ ὁ κύριος Νόννος ἔγραψεν ἤδη πρὸς ἡμᾶς ἵνα τοῦτο ποιήσῃ καὶ ὑπερθῆται τὸ πρᾶγμα· ἐὰν δὲ πάλιν μαθῇς ὅτι οὐκ ἐδυνήθης ταχέως κατάλαβε μεταδίδων μοι τὸ πρᾶγμα καὶ ὁ Θεὸς δ…κει μέντοι ἐκτὸς βλάβης πολλῆς ἢ φθανούσης εἰς ὑπόληψιν ἐπίδος τῷ δα…η…ω…ευμ… καὶ ἐναρέτῳ ἀδελφῷ Σαμουὴλ νοταρίῳ παρὰ Παύλου ἀδελφοῦ.