Ancient Greek
P.Frankf. 4
Documentary Papyri, P.Frankf. 4
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἑβδόμου ἐφʼ ἱερέως Ἀγαθοκλέους τοῦ Ἀγαθοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ . ἐμίσθωσεν Ἑρμίας Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Στάχυι Θεοκλέους Κορινθίου τῶν Φίλωνος καὶ Παγῶτι Παναύτιος καὶ Παναῦτι Παγῶτος υπα …βοσκοῖς τὸν ἑαυτοῦ κλῆρον ὅλον ἀσπερμὶ ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι ὀγδόωι ἔτει οὗ οἱ καρποὶ ἐς τὸ ἔνατον ἔτος· τὰ δὲ …