Ancient Greek
8.r.24 to 8.v.34
Documentary Papyri, P.Freib. 2 8.r.24-8.v.34
Not analysed yet
ὡς ἐτῶν δεκαπέντε ,οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, ὁ δὲ Οὐνιῶν ὡς ἐτῶν ὀκτώ ,ἄσημος, καθὼς καὶ ἀνείληφεν Ἰουλία Δημάριον κατὰ μὲν τῆς Ἀσκληποῦτος τὴν εἰς τὸν Ἰούλιον Γέμελλον περὶ καταγραφῆς συνχώρησιν οὖσαν ἐπὶ τοῦ τρίτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, μηνὸς Γερμανικείου, διʼ ἧς ἐδηλώθη ἡ δούλη Ἀσκληπιὰς, κατὰ δὲ τοῦ Οὐνιῶνος τὴν εἰς τὸν Ἰούλιον Γέμελλον περὶ καταγραφῆς αὐτοῦ τοῦ δούλου Οὐνιῶνος καὶ ἑτέρας δούλης πράσεως συγχωρήσεως οὔσης ἐπὶ τοῦ αὐτοῦ τρίτου ἔτους, μηνὸς Γερμανικείου, ἀντίγραφον καὶ τὰς τῶν δούλων προκτητικὰς ἀσφαλείας, μένοντος τοῦ λόγου τῇ ἠγορακυίῃ πρὸς τοὺς πεπρακότας καὶ τοῖς πεπρακόσι πρὸς αὐτὴν περὶ ὧν ἐὰν ἔχωσι πρὸς ἀλλήλους, μὴ ἐλαττουμένης τῆς Ἰουλίας Δημαρίου ὑπὲρ βεβαιώσεως οὗ κατεγράφη παρʼ αὐτῶν καὶ οὗ ἐὰν συνχωρήσωσιν τῇ ἐνεστώσῃ ἡμέρᾳ ἄλλων δούλων Εὐφράτου καὶ Ἡρακλείας μέρους διμοίρου. ἀξιοῦμεν. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κε. Ἀπολλώνιος. κατακεχώρισται ἀντίγραφον ὠνῆς σωμάτων Ἰουλίας Δημαριόυ πρὸς …ἀδελφοὺς …δ…