Ancient Greek
34.Fr1.1 to 34.Fr2.28
Documentary Papyri, P.Freib. 3 34.Fr1.1-34.Fr2.28
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου, ἐφʼ ἱερέως Ἡρακλεοδώρου τοῦ Ἀπολλοφάνους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαραπιάδος τῆς Ἀπολλωνίου ,κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Περιτίου νουμηνίαι Μεσορὴ νουμηνίαι ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πτολέμαρχος Μακεδὼν τῶν Μητροφάνους τῆς τῶν Θεσσαλῶν καὶ τῶν ἄλλων Ἑλλήνων ἱππαρχίας Θεοκλεῖ Εὐβουλίδου Μακεδόνι τῆς ἐπιγονῆς ……ν τοῦ Ἀρσινοίτου νομοῦ γῆς ἀρούρας τριάκοντα ……ς ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν ……ἄσπερμον καὶ ἀκίνδυνον καὶ ἀνυπόλογον πάσης φθορᾶς πλὴν ἀβρόχου, ἥτις ἂν γένηται ἐν τῆι γῆι ταύτηι. τῆς δὲ ἀβρόχου γῆς γενομένης μὴ ἀποτινέτω Θεοκλῆς τὸ ἔλλειμμα. βρεχείσης δὲ τῆς γῆς κατασπειράτω καὶ καρπισάσθω τὴν γῆν Θεοκλῆς καθʼ ὥραν τοῖς ἰδίοις ἀναλώμασι σπέρματα ἑαυτῶι παρέχων, …ρον. ἐὰν δὲ μὴ κατασπείρηι τὴν γῆν ἢ ἐγλίπηι τὴν μίσθωσιν πρὸ τοῦ χρόνου …ἀποτεισάτω ὑπολογήσας πρότερον, ὃ ἂν Πτολεμαρχ …ἔχει δὲ Πτολέμαρχος παρὰ Θεοκλέους πρόδομα εἰς τὰ προγεγραμμένα ἐκφόρια χαλκοῦ νομίσματος τάλαντα δύο δραχμὰς δισχιλίας ,ἑκάστου ἔτους τόκων διδράχμων τῆι μνᾶι τὸν μῆνα ἕκαστον. ταῦτα δὲ ἀποδότω Θεοκλεῖ …Πτολεμάρχου, τῶν δύο ταλάντων καὶ δραχμῶν δισχιλίων Πτολέμαρχος. ἐὰν δὲ μὴ ἀποδῶι, συγχωρεῖ Πτολέμαρχος Θεοκλεῖ ὑπολογεῖν ὑπὲρ τοῦ προδόματος καὶ ὧν ἂν ἄλλων προσοφειλήσηι ἀπὸ τῶν ἐκφορίων σῖτον τιμῶν τῶν ἐσομένων ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Πτολέμαρχος. …Θεοκλέους ἤτοι κατʼ ἐπιστολὰς ἢ κατ …ἐὰν δέ τι πραχθῆι Θεοκλῆς ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Πτολεμάρχου εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ἐπιδείξαντι σύμβολον ὁμόλογον καὶ ταῦτα ὡσαύτως ἐξέστω Θεοκλεῖ ὑπολογεῖν εἰς τὰ ἐκφόρια …τιμῶν τῶν ἐσομένων ἐπὶ τῆς ἅλω. τοῦ δὲ ……ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Πτολέμαρχος Θεοκλεῖ ἐπίτιμον …καὶ τὸ πρόδομα ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Θεοκλεῖ ἐκ Πτολεμάρχου, ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται, καὶ μηδὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω καὶ ἐξέστω Θεοκλεῖ καὶ τοῖς παρʼ αὐτοῦ ……ἀντεξάγειν τὸν εἰσβιαζόμενον εἰς τὴν γῆν ἀνυπευθύνοις οὖσιν παντὸς ἐπιτίμου καὶ πάσης ζημίας.