Ancient Greek
P.Freib. 4 60 a
Documentary Papyri, P.Freib. 4 60
Not analysed yet
ρκϛ Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἡρωνίνου καὶ Ζωίλου ἐπὶτηρητῶν ἐριοκαρτῶν καὶ γναφαλλολόγων. δηλοῦμεν μηδὲν περιγεγονέναι ἀπὸ τῆς προκιμένης ἐπιτηρήσεως ἀπὸ μηνὸς Θὼθ τοῦ ἐνεστῶτος κβ ἔτους ἀπὸ ιϛ ἕως κ. Ἡρωνεῖνος ἐπιδέδωκα. Ζωίλος ἐπιδέδωκα. ἔτους κβ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Θὼθ κα. ρκζ Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἡρωνίνου καὶ Ζωίλου ἐπιτηρητῶν ὠνῆς ἐριοκαρτῶν καὶ γναφαλλολόγων. δηλοῦμεν μηδὲν περιγεγονέναι ἀπὸ τῆς προκειμένης ἐπιτηρήσεως τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος κβ ἔτους ἀπὸ κα ἕως κε. Ἡρωνεῖνος ἐπιδέδωκα. Ζωίλος ἐπιδέδωκα. ἔτους κβ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Θὼθ κϛ.