Ancient Greek
P.Freib. 4 68
Documentary Papyri, P.Freib. 4 68
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς. Πολυδεύκης Θέωνι τῶι τιμιωτάτωι …χαίρειν. ἐπικαλοῦμαι θεοὺς πάντας· μω…υν ἀπολίπῃς καὶ τὸν ἀδελφόν σου Χρατίωνα. καὶ γὰρ ἀφʼ ἧς ὥρας ἀπέστης ἐν δυστραπέλωι πράγματί εἰμι τοῦ ἀδελφοῦ μου …ς ὡς ἔοικεν -διοιδῶ τὴν …ην …ντος εὐβούλου. ὡς δʼ ἐπεθεώρησεν εὐθὺς καὶ κατενόησε τὸ ὑποποιεῖσθαι ἀποναρκήσαντος οὕτως ὥστε ἐφάνη νοσεῖν. καὶ μέχρι τούτου οὐκ ἐνέβαλόν σοι οἰόμενος ὅτι ἢ προτρέψασθαι αὐτὸν ἢ ἀναγκάσαι δυνήσομαι. ἀλλʼ οὐ μέντοι πρὸς οὐδὲν ὑπείκει. …ἀποσταφείς οὐδέ σοι λυσιτελές…μενος ὑπʼ ἀνθρώπου τοῦτον τὸν τρόπον διακειμένου παραμεληθῆναι. ἑτέρων σοι διαφερόντων νῦν καὶ τόνδε δέξαι. συμβουλεύω ἑτέρως ἵνα ἡμᾶς σκέψασθαι ας…. καὶ τεθαρρημένως σαυτὸν ἐπίδος ἐπὶ τῇ τῶν σῶν φροντίδι.