Ancient Greek
P.Freib. 4 70
Documentary Papyri, P.Freib. 4 70
Not analysed yet
Πτολεμαῖος ὁ καὶ Ἀριστίδης ἔναρχος γυμνασίαρχος πρεσβυτέροις κώμης Θεαδελφίας χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὰ ἄχυρα τὰ ἐπιβάλλοντα ὑμῖν πρὸς τὸν γενόμενον ἐπιμερισμὸν ὑπὲρ τοῦ Ἐπὶφ μηνὸς χωροῦντα εἰς ὑπόκαυσιν βαλανείων τοῦ μεγάλου γυμνασίου διὰ Ἡρωνείνου …υ. ἔτους ιδ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Ἐπὶφ λ.