Ancient Greek
P.Fuad I Univ. App. I no. 25
Documentary Papyri, P.Fuad I Univ. App_I_25
Not analysed yet
παρὰ Ἀλυπίου δίδου Εὐδαίμονι καὶ Πωλίωνι τέκνοις Σαραπάμμωνος παιδαρίου κατὰ μῆνα ὑπὲρ ὀψωνίου πυροῦ ἑκάστῳ ἀρτάβην μίαν ἥμισυ καὶ ἀργυρίου δραχμὰς εἴκοσι καὶ ἐλαίου κοτύλας τέσσαρας καὶ κατʼ ἐνιαυτὸν εἰς ἱματισμὸν δραχμὰς τεσσαράκοντα ὀκτώ σεσημείωμαι καὶ δίδου κατὰ μῆνα ἑκάστῳ πυροῦ ἀρτάβην μίαν ἥμισυ ἐλαίου κοτύλας τέσσαρας καὶ ἀργυρίου δραχμὰς εἴκοσι καὶ ὑπὲρ ἱματισμοῦ κατʼ ἔτος δραχμὰς τεσσαράκοντα ὀκτώ . Ἡρωνείνῳ φροντιστῇ Θράσω ἔτους ι Ἁθὺρ ϛ