Ancient Greek
P.Gascou 21
Documentary Papyri, P.Gascou 21
Not analysed yet
……ν ἀπὸ ὑπάτων καὶ δουκὸς τοῦ Θηβαϊκοῦ λιμίτου Φλαουίου Ἡρακλείου Δωροθέου Ὑψιστίου Ἀνδρονίκου Κελέρου Ζηνοδότου τὴν παρακελευομένην σε καταταγῆναι εἰς τὴν δημοσίαν μάτρικα τοῦ ἡμετέρου ἀριθμοῦ καὶ …κατατάξαι σε εἰς τὴν αὐτὴν μάτρικα ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Τυβι τρεισκαιδεκάτη τῆς παρούσης ἑβδόμης ἰνδικτίονος, καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαί σοι ταύτην τὴν ἀποχὴν μεθ’ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. ἐγράφη ἐπὶ ὑπατείας Φλαουίων Κλημεντίνου καὶ Πρόβου τῶν ἐνδοξοτάτων,Τυβι ιγ ,ζ ἰνδικτίονος. Φλάουιος Γεώργιος ἀκτουάριος συμφωνεῖ ἡ ἀποχὴ ὡς πρόκειται. Τυβι ιγ, ζ ἰνδικτίονος. bene valeas