Ancient Greek
P.Gascou 29
Documentary Papyri, P.Gascou 29
Not analysed yet
χμγ ϙθ τοῖς ἀγαπητοῖς καὶ πατράσιν ἡμῶν Ἀγαθίῳ πρεσβυτέρῳ καὶ ἄπα Παύλῳ καὶ ἄπα Νειλάμμωνι καὶ ἄπα Ἀανίῳ διακόνοις καὶ πᾶσι τοῖς μονάζουσι ἁγίου Νεκλονίου παρὰ τοῦ πρεσβυτέρου καὶ διακόνου καὶ πάντων τῶν ἀπὸ κώμης Τεβετνυ. καταξιώσῃ ἡ ὑμῶν πατρικὴ διάθεσις ἀπελθεῖν καὶ εἶναι ἐν Ὀξυρύγχων κώμῃ. καὶ παρακαλέσατε αὐτοὺς διὰ τὴν Ἁγίαν Εἰρήνην, ὅτι ἐγεγραφήκαμεν πρὸς αὐτοὺς ἄλλοτε περὶ τῆς Ἁγίας Εἰρήνης, καὶ ἐγεγράφηκαν ἡμῖν ὥστε ἕως τοῦ παυθῇ ὁ μισθὸς τῶν ἀνθρώπων ἡμῶν, καὶ πέμψατε ἡμῖν τοὺς μονάζοντας τῆς ὑμῶν πατρικῆς διαθέσεως. καὶ παρέχομεν τῇ Εἰρήνῃ. ἰδοὺ ἐγεγραφήκαμεν πᾶσιν ὑμῖν τοῖς ἐγκειμένοις ἐν τῷ Νεκλονίῳ χάριν τῆς Ἁγίας Εἰρήνης ἰδοὺ γὰρ κατέβαλεν τὸν μισθὸν τῶν ἀνθρώπων, ἵνα μὴ γενηθῇ σφάλμα μετὰ ἀλλήλων μέν. ἐπεὶ οἴδατε ὅτι ὁ καιρὸς γὰρ τῶν καρπῶν ἐν τῷ ἀγρῷ ἐστιν. τοῖς ἀγαπητοῖς καὶ πατράσιν πᾶσιν τοῖς πρεσβυτέρῳ καὶ δια -κόνοις καὶ μονάζουσιν Νεκλονίου παρὰ καὶ διακόνου καὶ πάντων τῶν ἀπὸ κώμης Τεβέτνυ