Ancient Greek
P.Gascou 36
Documentary Papyri, P.Gascou 36
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς. Φλάουιος Μακάριος διασημότατος ἐπίτροπος ἐξάκτορι Ἑρμοπολίτου χαίρειν. κ…ον… ὑπόδεξαι παρὰ Παυλίνου τοῦ σπεκουλάτορος τάξεως ἡγεμονίας Αὐγουσταμνικῆς ὑπὲρ τιμῆς περσεῶν β κατὰ πρόσταξιν τῆς ἀρετῆς τοῦ κυρίου μου Φλαουίου Ἀκοντίου τοῦ διασημοτάτου καθολικοῦ τῶν δεσποτικῶν κτήσεων συγχωρηθεισῶν αὐτῷ ἐπὶ κώμης Κοβα τοῦ Ἡρακλεοπολίτου νομοῦ ἐν ἱερῷ Ἄμμωνος ἀργυρίου δηναρίων μυριάδας πεντήκοντα, καὶ ὑπὲρ τοῦ εἰδέναι σε τίνα ἐστὶ τὰ γραφέντα πρός με ὑπὸ τῆς αὐτοῦ ἀνδρείας ὑποταγῆναι ἐποίησα τούτοις μου τοῖς γράμμασι. ἐρρῶσθαί σε εὔχομαι. ἀντίγραφον. Φλάουιος Ἀκόντιος Μακαρίῳ ἐπιτρόπῳ χαίρειν. ὁποῖον ἐπιδέδωκεν λίβελλον Παυλῖνος ὁ σπεκουλάτωρ τῆς κατὰ Αὐγουσταμνικὴν ἡγεμονικῆς τάξεως, …ἀξιώσας περσέας δύο χαμαιριφεῖς οὔσας …ἐν ἱερῷ Ἄμμωνος κώμης Κοβα τοῦ Ἡρακλεοπολίτου νομοῦ κομίσασθαι …τιμὴν μυριάδων πεντήκοντα, ἐκ τῶν συνεζευγμένων εἴσει. φρόντισον οὖν …ἕτερος πλειστηριάζων …ὑπόστασιν δέδωκε τι …ἐληλύθη τῆς αὐτῆς ὑποστάσεως …ἐν τοῖς λογοθεσίοις ὑπὸ σοῦ α….