Ancient Greek
P.Gascou 72
Documentary Papyri, P.Gascou 72
Not analysed yet
Πετεχῶν Φιλοσαράπιδι ἀδελφῷ χαίρειν. τῷ ἀδελφῷ Σαραπίωνι βενεφικιαρίῳ παράσχου ἀργυρίου τάλαντα ἑξήκοντα ἓξ καὶ δραχμὰς τετρακισχιλίας ὑπὲρ ἡμίσους κτήνους προεδρίας Ὡριγένους. ἀλλὰ πάντως παράσχου τὰ τοῦ ἀργυρίου τάλαντα ἑξήκοντα ἓξ καὶ δραχμὰς Δ ὡς πρόκειται. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε, πολλοῖς χρόνοις. ἀργυρίου τάλαντα ξϛ δραχμαὶ Δ