Ancient Greek
P.Gascou 74
Documentary Papyri, P.Gascou 74
Not analysed yet
…Ψάιτι ἀπελευθέρῳ Ἰσιδώρας τραχᾶτι χαίρειν. ἔσχον παρὰ σοῦ ἐπὶ λόγου καὶ νῦν ὑπὲρ φόρου κτημάτων ἐν τόποις Ἠι ἀργυρίου δραχμὰς ἑκατον εἴκοσι, γίνονται δραχμαὶ ρκ, μένοντός μοι τοῦ λόγου πρὸς σὲ περὶ τοῦ λείποντος ἄχρι ἀποδόσεως. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παχὼν λ.