Ancient Greek
P.Gen. 1 10
Documentary Papyri, P.Gen. 1.2ed 10
Not analysed yet
Αὐρήλιος Δίδυμος οὐετρανὸς ἐκ πατρὸς Ἰσχυρίωνος γενομένου οὐετρανοῦ γεουχῶν ἐν κώμῃ Φεβείχι ια πάγου τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Παύλῳ οὐετρανῷ ἐκ πατρὸς Κλήμεντος γεουχοῦντι ἐπὶ τῆς αὐτῆς κώμης Φεβείχεως χαίρειν. μεμίσθωκά σοι ἀπὸ τῶν ὑπαρχόντων μοι ἐπὶ τῆς αὐτῆς Φεβείχεως ἐν τοῖς ἐξ ἀπηλιώτου μέρεσι τῆς κώμης ἀπὸ οἰκίας τριστέγου σὺν προνησίῳ κοινῆς οὔσης πρὸς κληρονόμους Πετέχωντος γενομένου βουλευτοῦ τῆς Ναυκρατιτῶν πόλεως καὶ κληρονόμους Ἀνθεστίου γενομένου στρατιώτου τὸ ἐπʼ ἐμὲ φθάνον τέταρτον μέρος ἐπὶ χρόνον ἔτη δύο, ἀπὸ τοῦ ὄντος μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος δεκάτου καὶ ὀγδόου ἔτους, ἐνοικίου τοῦ ἑσταμένου καὶ συνπεφωνημένου πρὸς ἀλλήλους ἕκαστον ἐνιαυτὸν ἀργυρίου δραχμῶν χιλίων διακοσίων ,τοῦ ἐνοικίου ἀποδιδομένου κατʼ ἔτος ἀκοιλάντως καὶ ἀνυπερθέτως. τὴν δὲ μίσθωσιν ταύτην δισσὴν γραφεῖσαν πτυγεῖσαν ἐπὶ ὑπογραφῆς ἡμῶν ἕκαστος ἔχετω μοναχοῦ πρὸς ἀσφάλειαν, ἥτις κυρία καὶ ἐνμεινάτω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Καικινίου Σαβείνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Μεσορὴ ιε. Αὐρήλιος Δίδυμος οὐετρανὸς ἐκ πατρὸς Ἰσχυρίωνος μεμίσθωκα ὡς πρόκειται.