Ancient Greek
P.Gen. 1 13
Documentary Papyri, P.Gen. 1.2ed 13
Not analysed yet
Αὐρήλιος Ποτάμων Νίλου γεουχῶν ἐν Φιλαδελφίᾳ Αὐρηλίῳ Ἰσᾷ ἀλλοφύλῳ γεωργῷ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν ἐγεώργησάς μου ἀρουρῶν περὶ κώμην Τάνιν ἀρουρῶν β ὑπὲρ γενήματος ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους πυροῦ ἀρτάβας πέντε, γίνονται ἀρτάβαι ε πλῆρες, καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ περὶ τῶν ἐκφορίων. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Παῦνι ιε. Αὐρήλιος Ποτάμων ἔσχον τὸ ἐκφόριον πλῆρες. Αὐρήλιος Ἀλύπιος ἀπὸ Φιλαδελφίας ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.