Ancient Greek
P.Gen. 1 15
Documentary Papyri, P.Gen. 1.2ed 15
Not analysed yet
ἔχω ἐγὼ Θωμᾶς υἱὸς Ἀνοῦπ ἀπὸ ἐποικίου Ἐμβόλου τοῦ Ἀρσινοίτου νομοῦ, σοὶ Παύλῳ χρυσοχόῳ υἱῷ Θεοδώρου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως, καὶ πεπληρῶσθαι τὴν τιμὴν σίτου εὐαρέστου ἀρταβῶν τεσσάρων, σίτου ἀρταβῶν δ. τὴν δὲ ἀπόδοσιν αὐτῶν ποιήσομαί σοι τῷ Ἐπεὶφ μηνὶ μέτρῳ δικαίῳ ἐν τῷ ἐποικίῳ ἀπὸ τῶν ἐνισταμένων καρπῶν δεκάτης ἰνδικτίωνος, εἰ δὲ ἀγνωμονήσω, ἐξουσίαν σε ἔχειν ἀπαιτῆσαι ὑπὲρ τιμῆς καρπῶν χρυσίου νομισματίου ἥμισυ ὡς νομιτεύεται, γίνεται χρυσίου νομισματίου 𐅵ὡς νομιτεύεται. ἐγράφη μηνὶ Τῦβι ια θ ἰνδικτίωνος. διʼ ἐμοῦ Ἠλία συμβολαιογράφου ἐτελειώθη.