Ancient Greek
P.Gen. 1 17
Documentary Papyri, P.Gen. 1.2ed 17
Not analysed yet
Ἰουλίωι Ἰουλιανῶι ἑκατοντάρχῃ Ἰουλίῳ Κόνωνι δεκαδάρχῃ παρὰ Νεμεσοῦτος Γνατίου μητρὸς Νεμεσίλλης ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος. ὁ ἀνήρ μου Νεμεσίων Νεμεσίωνος χειριστὴς ὢν πρακτόρων ἀργυρικῶν τῆς αὐτῆς κώμης ἀπέστη ἀπʼ ἐμοῦ τῇ ϛ τοῦ ὄντος μηνὸς Φαμενὼθ περὶ ὥραν ἕκτην, οὐδʼ ἔτι ἐπανῆλθεν. ἀναζητούσης δέ μου αὐτὸν σὺν τοῖς τῆς κώμης δημοσίοις μέχρι τοῦ νῦν οὐδέπω εὗρον. ὑφορῶμαι οὖν εἰ μὴ ἄρα ἀνθρώπινόν τι ἔπαθεν ἔξω· διὸ ὑμῖν τοῦτο φανερὸν ποιοῦμαι …