Ancient Greek
P.Gen. 1 20
Documentary Papyri, P.Gen. 1.2ed 20
Not analysed yet
ἔτους η Μεχεὶρ β, ἐπὶ Σώσου ἀγορανόμου. ὁμολογεῖ Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν μισθοφόρων ἱππέων ἔχειν παρὰ Ναομσήσιος τῆς Σπεμμίνιος εἰς λύτρα τετάρτης μερίδος γῆς ἠπείρου σιτοφόρου ἐν τῆι κάτω τοπαρχίαι τοῦ Λατοπολίτου, ἣν ἐωνήσατο ἐκ βασιλικοῦ ἐν τῶι ε ἔτει πρὸς τὰ ταύτης ἐκφόρια, καὶ λαβὼν τὴν εἰθισμένην διαγραφὴν ἐπικεχωρηκέναι ταύτηι τὴν ἑαυτοῦ δ μερίδα, ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσατο ἀπέχειν καὶ μὴ ἐπικαλεῖν Ναομσήσει μηδʼ ἄλλωι μηθενὶ περὶ τῆς τετάρτης μερίδος τῆς γῆς· εἰ δὲ μή, ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτισάτω ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν δʼ ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα.