Ancient Greek
P.Gen. 1 33
Documentary Papyri, P.Gen. 1.2ed 33
Not analysed yet
Ἀγαθῷ Δαίμονι καὶ Ἡρακλείδῃ τῷ καὶ Δημητρίῳ γραμματεῦσι μητροπόλεως παρὰ Κεφαλᾶτος τοῦ Ἥρωνος τοῦ Θέωνος καὶ τῆς τούτου γυναικὸς οὔσης καὶ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφῆς Διδύμης, ἀμφοτέρων ἀπὸ τῆς μητροπόλεως, ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἰσίου Δρόμου, τῆς δὲ Διδύμης μετὰ κυρίου αὐτοῦ Κεφαλᾶ. ἀπογραφόμεθα τὸν γεγονότα ἡμῖν υἱὸν Δίδυμον γεννηθέντα τῷ ιϛ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ὄντα εἰς τὸ ἐνεστὸς ιθ ἔτος ἐτῶν τεσσάρων . ἐπιδίδομεν τὸ τῆς ἐπιγεννήσεως ὑπόμνημα. κατεχωρίσθη γραμματεῦσι μητροπόλεως περὶ ἐπιγεννήσεως Διδύμου. ἔτους ιθ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Θῶθ ἑνδεκάτῃ.