Ancient Greek
P.Gen. 1 41
Documentary Papyri, P.Gen. 1.2ed 41
Not analysed yet
Κοπρῆς Τροφίμου καὶ Ἀπῦγχις Πανετβηούιος καὶ Ὀννῶφρις Νεμεσᾶ καὶ Ἐπίμαχος ἀπάτωρ μητρὸς Κοπρίλλης καὶ Ψάρος Πετερμούθεως καὶ οἱ λοιποὶ πρεσβύτεροι κώμης Φιλαδελφείας Σαραπίωνι Τεσενούφιος κοινωνῷ ἡμῶν χαίρειν. ἐσχήκαμεν παρὰ σοῦ τοῦ ὅλου χρόνου ἡμῶν εἰς λόγον δαπάνης καὶ ὀψωνίου γραμματέως καὶ πασῶν δαπανῶν ἀργυρίου δραχμὰς ἑπτακοσίας ,τῶν ἀπὸ Ἐπεὶφ α ἔτους ἕως Μεσορὴ τοῦ εἰσιόντος ἔτους, κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου. Μεσορὴ ιϛ δραχμὰς ἑκατὸν εἴκοσι ὀκτώ ,Θὼθ κδ ἄλλας δραχμὰς ἑξήκοντα ,Φαῶφι …ὁμοίως ἄλλας δραχμὰς τεσσαράκοντα ,Ἁθὺρ α ἄλλας δραχμὰς ἑκατόν ,Χοιὰκ …ἄλλας δραχμὰς τεσσαράκοντα ὀκτώ ,Τῦβι …ἄλλας δραχμὰς ἑκατὸν εἴκοσι ,Μεχεὶρ ϛ ἄλλας δραχμὰς ἑξήκοντα ,Φαμενὼθ δ ἄλλας δραχμὰς ἑκατόν ,Φαρμοῦθι …ἄλλας δραχμὰς εἴκοσι τέσσαρας ,Παχὼν …ἄλλας δραχμὰς εἴκοσι πλῆρες. ἐὰν δέ τις ἡμῶν η…ων σοι τὰς προκιμένας δραχμὰς …. Διόσκορος Ἡρᾶ ἐποίησα τὸ προκείμενον …σῶμα καὶ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …